Перевод: со всех языков на английский

с английского на все языки

γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος

  • 1 μέλημα

    b object of care; of people, darling

    τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα P. 10.59

    σεμνᾶν Χαρίτων μέλημα τερπνόν (sc. Πάν) fr. 95. 4.

    Lexicon to Pindar > μέλημα

  • 2 γλυκύς

    γλῠκύς (-ύς, -ύν; -εῖα, -είας, -εῖαν, -εῖα, -εῖαι; -ύ nom., acc.; - έα nom.: γλυκυτέραν: γλυκυτάτᾳ, -αις)
    a of persons.

    γλυκυτάτᾳ γενεᾷ εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών P. 11.57

    cf. O. 6.91
    b of things.

    ψεῦδος γλυκὺ μεθέπων P. 2.37

    καταίνησάν τε κοινὸν γάμον γλυκὺν μεῖξαι P. 4.223

    γλυκὺν ἀμφὶ κᾶπον P. 5.24

    ἀνάπαυσις ἐν παντᾰ γλυκεῖα ἔργῳ N. 7.52

    Ἄπολλον, γλυκὺ δἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος P. 10.10

    γλυκὺν νόστον ἐρεισάμενοι N. 9.22

    μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ' ἔργμασιν ἀνθρώποις γλυκύς I. 1.47

    γλυκὺ δὲ πόλεμος ἀπείροσιν pr. fr. 110. δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον pr. fr. 124c. esp., sweet in sound ἔτι γλυκυτέραν κεν ἔλπομαι κλείζειν (sc. ᾠδήν) O. 1.109

    ἀγγελίαν ποτὶ γλυκεῖαν O. 4.5

    ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν O. 5.1

    ἐσσὶ γὰρ ἄγγελος ὀρθός, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν O. 6.91

    γλυκὺν καρπὸν φρενός O. 7.8

    λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ ἵσταται O. 7.77

    πτερόεντα δἵει γλυκὺν Πυθῶνάδ' ὀιστόν O. 9.11

    γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ O. 10.3

    ἁδυεπής τε λύρα γλυκύς ταὐλὸς O. 10.94

    γέλως γλυκὺς ὦρσεν χάριν P. 8.85

    Ἐφυραίων ὄπ' ἀμφὶ Πηνειὸν γλυκεῖαν προχεόντων ἐμὰν P. 10.56

    ποτίφορον δὲ κόσμον ἔλαχες γλυκύ τι γαρυέμεν N. 3.32

    ἐξύφαινε, γλυκεῖα, καὶ τόδαὐτίκα, φόρμιγξ N. 4.44

    γλυκεἶ ἀοιδά N. 5.2

    ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν ἐπαύρεο N. 5.48

    ἀλλἐπέων γλυκὺν ὕμνον πράσσετε N. 9.3

    ἐγκιρνάτω τίς μιν, γλυκὺν κώμου προφάταν N. 9.50

    οὐδ' ἐπέρναντο γλυκεῖαι μαλθακόφωνοι ἀοιδαί I. 2.7

    παυσάμενοι δἀπράκτων κακῶν γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον I. 8.8

    παρθένοι χαλκέᾳ κελαδέοντι γλυκὺν αὐδᾷ [τρόπ]ον Pae. 2.101

    μέλιτος ἄωτον γλυκὺν[ (sc. καταλείβειν, simm. Wil.)

    Πα... ]γλυκὺν κατ' αὐλὸν Pae. 7.11

    γλυκείας ὀπὸς ἀγασθέντες (sc. τῶν Κηληδόνων) Pae. 8.75
    c of thoughts, feelings.

    χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν O. 1.19

    νιν γλυκὺς ἵμερος ἔσχεν O. 3.33

    γλυκείας Ἀφροδίτας O. 6.35

    αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν O. 13.115

    σὺν γὰρ ὑμῖν τά τε τερπνὰ καὶ τὰ γλυκέα γίνεται πάντα βροτοῖς (codd.: γλυκἔ ἄνεται Kayser) O. 14.6

    γλυκὺν ἑλὼν βίοτον P. 2.26

    τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον P. 4.184

    γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν pr. P. 6.52

    τὸν δὲ σύγκοιτον γλυκὺν παῦρον ἐπὶ γλεφάροις ὕπνον ἀναλίσκοισα P. 9.23

    ὅσον ὀργὰν λτ;γτ;εινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν ἔσχεν I. 2.36

    πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν ἦτορ I. 3.10

    γλυκεῖα Ἐλπίς fr. 214. 1. γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος fr. 217. pro subs., τὸ δὲ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά prosperity I. 7.48
    d fragg. ]

    μον γλυκεἰ[ Pae. 22.3

    ]πειρατο γλυκυ[ Πα. 22g. 5. γ]λυκὺν υ[ (supp. Lobel) Θρ. 4b. 4.

    Lexicon to Pindar > γλυκύς

  • 3 τις

    τῐς (τις, τινός, τινί, τινα), τινές; τι, τινί, τι.) A subs.
    1 anyone, anything
    a εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν (τι supp. byz., om. codd.: κε Turyn.: λελαθέμεν Mommsen) O. 1.64 τά κέ τις ἀνώνυμον γῆρας ἕψοι; O. 1.82 τί δέ τις; τί δ' οὔ τις; P. 8.95

    συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει N. 3.40

    ἐν δὲ πείρᾳ τέλος διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται N. 3.71

    ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.32

    μαθὼν δέ τις ἀνερεῖ N. 7.68

    ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν N. 8.19

    ἐμπείρων δέ τις ταρβεῖ fr. 110.
    b c. neg.

    σύμβολον δ' οὔ πώ τις ἐπιχθονίων πιστὸν εὗρεν O. 12.7

    πόθον ἔνδαιεν Ἥρα ναὸς Ἀργοῦς μή τινα λειπόμενον μένειν P. 4.185

    μήτ' ὦν τινι πῆμα πορών P. 4.297

    πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν P. 5.54

    οὔτε τι μεμπτὸν οὔτ' ὦν μεταλλακτόν (sc. τῶν ἐπὶ ταῖς τραπέζαις) fr. 220. 1.
    c c. gen.

    ἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν εἰπεῖν O. 1.52

    add. neg., O. 12.7, P. 1.49, P. 3.103, fr. 109.
    2 someone, something
    a

    τὰ δ' ἀλιτρὰ κατὰ γᾶς δικάζει τις O. 2.59

    ἄπονον δ' ἔλαβον χάρμα παῦροί τινες O. 10.22

    ἔπορε μόχθῳ βραχύ τι τερπνόν O. 10.93

    σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.52

    ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα (codd.: ποίνιμος coni. Spiegel) P. 2.17 [ τινες ἑλκόμενοι (coni. Sheppard: τινος codd.) P. 2.90]

    ἤ τινα Λατοίδα κεκλημένον ἢ πατέρος P. 3.67

    ὁ δὲ καλόν τι νέον λαχὼν P. 8.88

    τοῖσι τέλειον ἐπ' εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν P. 9.89

    ἐμὲ δ' οὖν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος P. 9.103

    ἀλλ' ἔσται χρόνος οὗτος, ὃ καί τιν ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει τὸ δ οὔπω P. 12.31

    ποτίφορον δὲ κόσμον ἔλαχες γλυκύ τι γαρυέμεν N. 3.32

    ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι N. 7.23

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον I. 8.8

    ὁ δὲ καλόν τι πονήσαις Pae. 2.66

    ἐλαύνεις τι νεώτερον ἢ πάρος; Pae. 9.6

    μνάσει δὲ καί τινα ναίο[ν]θ' ἑκὰς ἡρωίδος θεαρίας (may refer to a particular person or generally to absentees, Lobel) Πα. 1. 3. γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος fr. 217. c. impv.,

    μακρά μοι αὐτόθεν ἅλμαθ' ὑποσκάπτοι τις N. 5.20

    ἐγκιρνάτω τίς μιν N. 9.50

    μαρνάσθω τις I. 5.54

    Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων ἀνεγειρέτω κῶμον I. 8.1

    cf. fr. 109, I. 8.66, Pae. 1.2
    b c. gen.

    ἔννεπε κρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων O. 1.47

    εἰ δέ τις ἤδη λέγει ἕτερόν τιν' ἀν Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον P. 2.60

    ὀπιζομένων δ' ἔμπας τις εἶπεν καὶ τόδε P. 4.86

    καί τινα σὺν πλαγίῳ ἀνδρῳν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ (v. Radt, Mnem., 1966, 169) N. 1.64

    ποντίαν χρυσαλακάτων τινὰ Νηρείδων πράξειν ἄκοιτιν N. 5.36

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.44

    ἁλίκων τῶ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον I. 8.66

    πλέον τι λαχών (sc. Ζεύς) fr. 35a. τῶ[ν.. Λο]κρῶν τις fr. 140b. 4.
    3
    a εἴ τις, cf. B. c, C. a.

    εἰ δέ μιν ἔχων τις οἶδεν τὸ μέλλον O. 2.56

    ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει O. 5.23

    πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ O. 6.11

    φιάλαν ὡς εἴ τις δωρήσεται O. 7.1

    παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν' ἔχει λόγον ἀνθρώπων πέρι O. 8.4

    εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι O. 11.4

    ἄνεται πάντα βροτοῖς, εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν P. 1.87

    εἰ δέ τις ἤδη λέγει P. 2.58

    μεμάντευμαι δ' ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τιP. 4.164

    εἰ γάρ τις ὄζους ἐξερείψειεν P. 4.263

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    εἰ γάρ τις ἐσλὰ πέπαται P. 8.73

    εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις P. 9.93

    εἴ τις ἄκρον ἑλὼν ὕβριν ἀπέφυγεν ( εἴ τις codd.: τίς Homan) P. 11.55

    εἰ δὲ τύχῃ τις ἔρδων N. 7.11

    εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους N. 11.13

    εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον I. 1.67

    εἴ τις ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    τὰ μακρὰ δ' εἴ τις παπταίνει I. 7.43

    εἰ δέ τις ἀρκέων φίλοις, ἐχθροῖσι τραχὺς ὑπαντιάζει Pae. 2.31

    c. gen.,

    λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος P. 3.86

    εἰ δὲ νόῳ τις ἔχει θνατῳν ἀλαθείας ὁδόν P. 3.103

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον I. 3.1

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς I. 6.10

    b

    ὁπόταν τις τὺ δ' ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ P. 8.8

    4
    a

    πᾶς τις γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται I. 1.49

    b τις, many a one

    ἦ τιν' ἄγλωσσον μέν, ἦτορ δ ἄλκιμον, λάθα κατέχει ἐν λυγρῷ νείκει N. 8.24

    c. gen.,

    καὶ ὑψιφρόνων τιν' ἔκαμψε βροτῶν P. 2.51

    [cf. N. 1.64] ἀελλοπόδων μέν τιν' εὐφραίνοισιν ἵππων τιμαὶ καὶ στέφανοι, τοὺς δὲ πολυχρύσοις θαλάμοις βιοτά, τέρπεται δὲ καί τις ἐπ οἶδμ ἅλιον ναὶ θοᾷ διαστείβων (bis) fr. 221.
    d each

    σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον P. 9.116

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω φάος fr. 109. 1. τὰ δ' αὐτὸς ἀντιτύχῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι (Mingarelli: ἄν τις τύχῃ codd.) N. 4.91—2. B adj.,
    a a, any

    ὅταν τις βροτήσιος ἀνὴρ αὐτὸν ἀνάγῃ P. 5.2

    ὦναξ, ἑκόντι δ' εὔχομαι νόῳ κατά τιν ἁρμονίαν βλέπειν ἀμφ ἕκαστον ὅσα νέομαι P. 8.68

    κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει P. 9.87

    ἐπαοιδαῖς δ' ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν N. 8.50

    add. neg.,

    πέποιθα δὲ ξένον μή τιν' δαιδαλωσέμεν O. 1.104

    πεῖρας οὔ τι θανάτου O. 2.31

    τεκεῖν μή τιν' πόλιν ἄνδρα μᾶλλον εὐεργέταν O. 2.93

    ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον O. 13.31

    ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία λτ;πλεόνωνγτ; ταμίαν N. 6.25

    ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις *fr. 104b. 4.*
    b some, some sort of

    Μοῖρ' ἐπί τι καὶ πῆμ ἄγει O. 2.37

    αἰτέων λαοτρόφον τιμάν τιν' ἑᾷ κεφαλᾷ O. 6.60

    δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας O. 6.82

    ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος O. 7.45

    εἶπέ τιν' αὐτὸς ὁρᾶν γαῖαν O. 7.62

    τεθμὸς δέ τις ἀθανάτων O. 8.25

    ἔστιν δὲ καί τι θανόντεσσιν μέρος O. 8.77

    σύν τινι μοιριδίῳ παλάμᾳ O. 9.25

    στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς ( τινες coni. Sheppard) P. 2.90 μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόνP. 4.155

    καί τινα οἶμον ἴσαμι βραχύν P. 4.247

    οὐ θεῶν ἄτερ ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν P. 11.39

    σπεῖρέ νυν ἀγλαίαν τινὰ νάσῳ (= ἀγλαίας τι, Radt) N. 1.13

    ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι N. 9.6

    παθόντες πού τι φιλόξενον ἔργον (cf. C. b.) I. 2.24

    ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός I. 8.10

    ἀπήμονα εἰς ὄλβον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας Pae. 9.9

    πολέμοιο δὲ σᾶμα φέρεις τινός; Pae. 9.13

    ἐκράνθην ὑπὸ δαιμονίῳ τινὶ ( δείματι e. g. supp. Wil.) Πα.. 3. ἄνδρες θήν τινες ἀκκιζόμενοι νεκρὸν ἵππον στυγέοισι fr. 203. 1.

    εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος O. 6.16

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον P. 2.13

    [ τις = quidam, cannot be shown to be a valid meaning in Pindar: it is a possibility in the following places, O. 6.82, O. 7.45, O. 9.25, P. 2.90, P. 4.247, N. 9.6, fr. 203. 1, v. supra.]
    c

    εἴ τις εἰ δὲ δή τιν' ἄνδρα ἐτίμασαν O. 1.54

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

    Μοῖραι δ' ἀφίσταντ, εἴ τις ἔχθρα πέλειP. 4.145

    εἰ δὲ τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν P. 3.63

    εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28

    εἰ δέ τις ἀνθρώποισι θεόσδοτος ατληκηκοτας προστύχῃ fr. 42. 5.

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.25

    c. gen., κεἴ μοί τιν' ἄνδρα τῶν θανόντων fr. 4, cf. C. a. C adv., τι
    a c. εἰ, εἴπερ, in any way

    εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν O. 1.18

    φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεταιO. 1.75

    εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν P. 1.90

    εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον N. 7.75

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι N. 7.87

    b c. που, somehow or other

    καί πού τι καὶ βροτῶν φάτις O. 1.28

    οὔ τί που οὗτος ἈπόλλωνP. 4.87, cf. I. 2.24
    c qualifying vb., somehow

    ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι φύσιν ἀθανάτοις N. 6.4

    νέᾳ δ' εὐπραγίᾳ χαίρω τι· τὸ δ ἄχνυμαι to some degree P. 7.18 [ τί οἱ (codd. contra metr.: τῷ Mingarelli.) N. 10.15] D fragg. ]ει τις ἄτερθεν[ Πα. 13. b. 13. ]ιν τοία τις εμ[ Πα. 13. c. 1. τί κέ τις εσχ[ Δ. 4. b. 11. ]και τι πατ[ Θρ. 5. b. 5. ἦν γὰρ τι παλαίφατον[ fr. 140a. 69 (43).

    Lexicon to Pindar > τις

  • 4 κλέπτω

    κλέπτω (κλέπτει; -ων, -οισα: aor. κλέψεν; -ψαις: pass. κλέπτεται; -όμενον.)
    a cheat ἀθανάτους (- ων v. l.)

    ὅτι κλέψαις ἁλίκεσσι συμπόταις νέκταρ ἀμβροσίαν τε δῶκεν O. 1.61

    κλέπτει τέ μιν οὐ θεὸς οὐ βροτὸς P. 3.29

    σοφία δὲ κλέπτει παράγοισα μύθοις N. 7.23

    b conceal

    οὐδ' ἔλαθ Αἴπυτον κλέπτοισα θεοῖο γόνον O. 6.36

    κλέπτων δὲ θυμῷ δεῖμα P. 4.96

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.33

    ἀκτὶς ἀελίου, ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ κλεπτόμενον referring to a solar eclipse Πα.. 3. γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος (Arethas: βλεπτόμενον codd. Clem. Alex.) fr. 217.
    c carry off secretly κλέψεν τε Μήδειαν (sc. Jason) P. 4.250 cf. O. 1.61

    Lexicon to Pindar > κλέπτω

  • 5 Κύπρις

    Lexicon to Pindar > Κύπρις

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»